Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.288 Joseph. AJ 15.293 (English) >>Joseph. AJ 15.297

15.291 δʼ ἐπιμονὴ τοῦ πάθους καὶ τὸ τῆς ὑπὲρ τῶν νόμων πίστεως ἀκατάπληκτον οὐ ῥᾴδιον ἐποίει τὸν Ἡρώδην, εἰ μὴ μετὰ πάσης ἀσφαλείας κρατοίη, καὶ διέγνω πάντοθεν περιειληφέναι τὸ πλῆθος, ὡς μὴ νεωτεριζόντων φανερὰν γενέσθαι τὴν ἀπόστασιν. 15.292

Ἐξωχυρωμένης οὖν αὐτῷ τῆς πόλεως μὲν ὑπὸ τῆς αὐλῆς, ἐν διῃτᾶτο, τοῦ δὲ ἱεροῦ τῇ περὶ τὸ φρούριον ὀχυρότητι τὸ καλούμενον Ἀντωνίαν κατασκευασθὲν διʼ αὐτοῦ, τρίτον παντὶ τῷ λαῷ τὴν Σαμάρειαν ἐνόησεν ἐπιτείχισμα, καλέσας μὲν αὐτὴν Σεβαστήν, 15.293οἰόμενος δὲ κατὰ τῆς χώρας οὐδὲν ἔλαττον ἰσχυροποιεῖν τὸν τόπον, ἀπέχοντα μὲν Ἱεροσολύμων μιᾶς ὁδὸν ἡμέρας, εὔχρηστον δʼ ὄντα καὶ κοινὸν ἐπί τε τοῖς ἐν τῇ πόλει καὶ τῇ χώρᾳ γενησόμενον. τῷ δὲ ἔθνει παντὶ φρούριον ἐνῳκοδόμησεν τὸ πάλαι μὲν καλούμενον Στράτωνος πύργον, Καισάρειαν δʼ ὑπʼ αὐτοῦ προσαγορευθέν. 15.294ἔν τε τῷ μεγάλῳ πεδίῳ τῶν ἐπιλέκτων ἱππέων περὶ αὐτὸν ἀποκληρώσας χωρίον συνέκτισεν ἐπί τε τῇ Γαλιλαίᾳ Γάβα καλούμενον καὶ τῇ Περαίᾳ τὴν Ἐσεβωνῖτιν. 15.295ταῦτα μὲν οὖν ἐν τοῖς κατὰ μέρος αἰεί τι πρὸς ἀσφάλειαν ἐπεξευρίσκων καὶ διαλαμβάνων φυλακαῖς τὸ πᾶν ἔθνος, ὡς ἥκιστα μὲν ἀπʼ ἐξουσίας εἰς ταραχὰς προπίπτειν, αἷς καὶ μικροῦ κινήματος ἐγγενομένου συνεχὲς ἐχρῶντο, λανθάνειν δὲ μηδʼ εἰ παρακινοῖεν ἐφεστηκότων αἰεί τινων πλησίον, οἳ καὶ γινώσκειν καὶ κωλύειν ἐδύναντο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.288 Joseph. AJ 15.293 (English) >>Joseph. AJ 15.297

Powered by PhiloLogic